Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.353 Joseph. AJ 15.358 (English) >>Joseph. AJ 15.362

15.356τούτοις ἀναπεισθέντες οἱ Γαδαρεῖς οὐ μικρὰν καταβοὴν ἐποιήσαντο θράσει τοῦ μηδὲ τοὺς ὑπὸ Ἀγρίππα παραδοθέντας ἐν τιμωρίᾳ γενέσθαι διιέντος Ἡρώδου καὶ μηδὲν κακὸν εἰργασμένου· καὶ γὰρ εἴ τις καὶ ἄλλος ἐδόκει δυσπαραίτητος μὲν ἐπὶ τοῖς οἰκείοις, μεγαλόψυχος δὲ ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτόντας ἀφιέναι. 15.357κατηγορούντων οὖν ὕβρεις καὶ ἁρπαγὰς καὶ κατασκαφὰς ἱερῶν μὲν Ἡρώδης ἀταρακτήσας ἕτοιμος ἦν εἰς τὴν ἀπολογίαν, ἐδεξιοῦτο δὲ Καῖσαρ αὐτὸν οὐδὲν ὑπὸ τῆς ταραχῆς τοῦ πλήθους μεταβαλὼν τῆς εὐνοίας. 15.358καὶ κατὰ μὲν τὴν πρώτην ἡμέραν οἱ περὶ τούτων ἐρρέθησαν λόγοι, ταῖς δʼ ἑξῆς οὐ προῆλθεν διάγνωσις· οἱ γὰρ Γαδαρεῖς ὁρῶντες τὴν ῥοπὴν αὐτοῦ τε Καίσαρος καὶ τοῦ συνεδρίου καὶ προσδοκήσαντες ὅπερ ἦν εἰκὸς ἐκδοθήσεσθαι τῷ βασιλεῖ, κατὰ φόβον αἰκίας οἱ μὲν ἀπέσφαττον αὑτοὺς ἐν τῇ νυκτί, τινὲς δὲ καθʼ ὕψους ἠφίεσαν, ἄλλοι δʼ εἰς τὸν ποταμὸν ἐμπίπτοντες ἑκοντὶ διεφθείροντο. 15.359ταῦτα δὲ ἐδόκει κατάγνωσις τῆς προπετείας καὶ ἁμαρτίας, ἔνθεν οὐδὲ μελλήσας Καῖσαρ ἀπέλυεν τῶν αἰτιῶν Ἡρώδην. ἐπισυμπίπτει δὲ οὐ μέτριον εὐτύχημα τοῖς ἤδη γεγονόσιν· γὰρ Ζηνόδωρος ῥαγέντος αὐτῷ τοῦ σπλάγχνου καὶ πολλοῦ κατὰ τὴν ἀσθένειαν ὑποχωροῦντος αἵματος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐκλείπει τὸν βίον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.353 Joseph. AJ 15.358 (English) >>Joseph. AJ 15.362

Powered by PhiloLogic